Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.35 Joseph. AJ 10.40 (English) >>Joseph. AJ 10.43

10.38ἀπὸ γὰρ τῆς εἰς τὸν θεὸν καταφρονήσεως ὁρμώμενος πάντας τοὺς δικαίους τοὺς ἐν τοῖς Ἑβραίοις ἀπέκτεινεν, ἀλλʼ οὐδὲ τῶν προφητῶν ἔσχε φειδὼ καὶ τούτων δέ τινας καθʼ ἡμέραν ἀπέσφαζεν, ὥστε αἵματι ῥεῖσθαι τὰ Ἱεροσόλυμα. 10.39λαβὼν οὖν ὀργὴν ἐπὶ τούτοις θεὸς πέμπει προφήτας πρὸς τὸν βασιλέα καὶ τὸ πλῆθος, διʼ ὧν αὐτοῖς ἠπείλησε τὰς αὐτὰς συμφοράς, αἷς συνέβη περιπεσεῖν τοὺς ἀδελφοὺς αὐτῶν Ἰσραηλίτας εἰς αὐτὸν ἐξυβρίζοντας. οἱ δὲ τοῖς μὲν λόγοις οὐκ ἐπίστευον, παρʼ ὧν ἠδύναντο κερδῆσαι τὸ μηδενὸς πειραθῆναι κακοῦ, τοῖς δʼ ἔργοις ἔμαθον ἀληθῆ τὰ παρὰ τῶν προφητῶν. 10.40

Ὡς γὰρ τοῖς αὐτοῖς ἐπέμενον, πόλεμον ἐπʼ αὐτοὺς ἐκίνει παρά τε τοῦ τῶν Βαβυλωνίων καὶ Χαλδαίων βασιλέως, ὃς στρατιὰν πέμψας εἰς τὴν Ἰουδαίαν τήν τε χώραν αὐτῶν ἐλεηλάτησε καὶ τὸν βασιλέα Μανασσῆν δόλῳ ληφθέντα καὶ πρὸς αὐτὸν ἀχθέντα πρὸς ἣν ἠβούλετο τιμωρίαν εἶχεν ὑποχείριον. 10.41 δὲ Μανασσῆς τότε συνεὶς ἐν οἵοις κακοῖς ἐστι καὶ πάντων ἑαυτὸν αἴτιον νομίζων ἐδεῖτο τοῦ θεοῦ παρέχειν αὐτῷ φιλάνθρωπον καὶ ἐλεήμονα τὸν πολέμιον. χαρίζεται τοῦτο τῆς ἱκεσίας ἐπακούσας θεὸς αὐτῷ καὶ πάλιν εἰς τὴν οἰκείαν Μανασσῆς ἀπολυθεὶς ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως ἀνασώζεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.35 Joseph. AJ 10.40 (English) >>Joseph. AJ 10.43

Powered by PhiloLogic